Querido Ramon, muchas gracias.
῎Εφη δέ μοι πολλάκις, εὖ ἴστε, μὰ Δία καὶ Μούσας, ὁ παιδαγωγὸς ἔτι παιδαρίῳ κομιδῇ· «Μή σε παραπειθέτω τὸ πλῆθος τῶν ἡλικιωτῶν ἐπὶ τὰ θέατρα φερόμενον ὀρεχθῆναί ποτε ταυτησὶ τῆς θέας. ῾Ιπποδρομίας ἐπιθυμεῖς; ἔστι παρ’ ῾Ομήρῳ δεξιώτατα πεποιημένη· λαβὼν ἐπέξιθι τὸ βιβλίον. Τοὺς παντομίμους ἀκούεις ὀρχηστάς; ἔα χαίρειν αὐτούς· ἀνδρικώτερον παρὰ τοῖς Φαίαξιν ὀρχεῖται τὰ μειράκια· σὺ δὲ ἔχεις κιθαρῳδὸν τὸν Φήμιον καὶ ᾠδὸν τὸν Δημόδοκον. ῎Εστι καὶ φυτὰ παρ’ αὐτῷ πολλῷ τερπνότερα ἀκοῦσαι τῶν ὁρωμένων·
- Julián,
Misopogon 351 d